Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 11

 
ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
 
οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
 
πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.
 
ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν 765
 
ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
 
νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
 
πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
 
Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
 
λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν. 770
 
ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
 
ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς
 
πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
 
αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
 
σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι. 775
 
σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα
 
στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,
 
ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,
 
ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
 
αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, 780
 
ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·
 
σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
 
Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ
 
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
 
σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· 785
 
τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
 
πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
 
ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι
 
καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
 
ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν 790
 
ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
 
τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
 
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
 
εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
 
καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, 795
 
ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω
 
Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
 
καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
 
αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
 
Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν 800
 
τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme