Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 11

 
καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
 
ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
 
οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
 
κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι 685
 
τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·
 
οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
 
δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
 
ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
 
ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη 690
 
τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·
 
δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
 
τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.
 
ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
 
ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. 695
 
ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν
 
εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.
 
καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ
 
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
 
ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον 700
 
θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
 
κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.
 
τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
 
ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε
 
δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης. 705
 
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
 
ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες
 
ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
 
πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
 
παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. 710
 
ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
 
τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
 
τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
 
ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη
 
ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι 715
 
ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
 
ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
 
εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
 
οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
 
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι 720
 
καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme