Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 11

 
σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·
 
ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
 
Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως
 
ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
 
Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, 485
 
στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
 
ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου
 
χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
 
Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
 
Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, 490
 
οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
 
ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
 
χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
 
πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
 
ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει, 495
 
ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
 
δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
 
πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης
 
ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
 
ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει 500
 
Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
 
Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
 
ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
 
οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
 
εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο 505
 
παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
 
ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
 
τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
 
μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
 
αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον· 510
 
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
 
ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
 
βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
 
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
 
ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν. 515
 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
 
αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
 
βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
 
μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
 
νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. 520

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme