Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 11

 
ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
 
ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
 
σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
 
ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
 
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ. 445
 
ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,
 
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
 
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
 
δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
 
ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο 450
 
φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
 
ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
 
ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ
 
ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
 
αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. 455
 
ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
 
ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
 
αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
 
Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος
 
κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν. 460
 
αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
 
τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
 
τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
 
αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
 
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν 465
 
ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ
 
τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
 
Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
 
ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
 
δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς 470
 
ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
 
ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
 
εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν
 
Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
 
ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ 475
 
ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι
 
φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·
 
αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
 
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
 
ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων 480

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme