Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 10

 
ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
 
ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·
 
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
 
ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ
 
θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους 205
 
ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
 
ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
 
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
 
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
 
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς. 210
 
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
 
ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
 
πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
 
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
 
τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν 215
 
θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
 
αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
 
ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
 
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
 
Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ 220
 
ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
 
Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος
 
μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
 
σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν
 
ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ 225
 
ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
 
ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
 
ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
 
ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,
 
ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, 230
 
ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
 
Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
 
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
 
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
 
τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα, 235
 
φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
 
μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
 
καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων
 
ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.
 
ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme