Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 10

 
πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
 
οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,
 
ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
 
νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·
 
τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. 125
 
ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
 
ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
 
οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει
 
Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ. 130
 
ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
 
ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
 
ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
 
διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
 
εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, 135
 
βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
 
πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
 
ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
 
φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,
 
ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε· 140
 
τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
 
νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
 
διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
 
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. 145
 
ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
 
βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
 
ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
 
ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
 
βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον 150
 
ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι
 
εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
 
ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
 
λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως
 
εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, 155
 
αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
 
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
 
λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·
 
ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;
 
οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme