Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 10

 
ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
 
ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
 
Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
 
θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
 
ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας. 525
 
οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
 
ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
 
Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
 
ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·
 
μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην 530
 
νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
 
Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
 
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
 
ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
 
ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. 535
 
αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
 
ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
 
ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
 
Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
 
οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί. 540
 
καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
 
δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
 
πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
 
εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
 
ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον 545
 
Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
 
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
 
αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
 
μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
 
ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα. 550
 
ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
 
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
 
κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν 555
 
ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
 
ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
 
ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
 
Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
 
ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους. 560

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme