Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 1

 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
 
ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
 
ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
 
ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ. 205
 
τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
 
ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,
 
οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη
 
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
 
ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· 210
 
ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
 
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
 
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
 
ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.
 
τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 215
 
χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
 
καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·
 
ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.
 
ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
 
ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε 220
 
μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει
 
δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
 
Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
 
Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
 
οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, 225
 
οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
 
οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
 
τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
 
ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
 
δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· 230
 
δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
 
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
 
ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
 
ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
 
φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, 235
 
οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
 
φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
 
ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
 
πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·
 
ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme