Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 1

 
τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
 
Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
 
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
 
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·
 
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, 125
 
λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.
 
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
 
τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
 
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 130
 
μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ
 
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
 
ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως
 
ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;
 
ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ 135
 
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·
 
εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
 
ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
 
ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
 
ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, 140
 
νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
 
ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην
 
θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
 
βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
 
ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς 145
 
ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,
 
ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
 
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
 
ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
 
πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν 150
 
ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
 
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων
 
δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
 
οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
 
οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ 155
 
καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
 
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
 
ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,
 
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
 
πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις· 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme