Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 1

 
δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
 
πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ
 
μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
 
εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
 
ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ, 565
 
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
 
ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
 
ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
 
καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
 
ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· 570
 
τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν
 
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
 
ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,
 
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
 
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς 575
 
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
 
μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
 
πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
 
νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.
 
εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς 580
 
ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
 
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
 
αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
 
ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
 
μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· 585
 
τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
 
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
 
θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ
 
χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
 
ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα 590
 
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
 
πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι
 
κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
 
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
 
ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, 595
 
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
 
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
 
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
 
ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
 
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. 600

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme