Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 4

 
καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δʼ οὔνομα Θήρης
 
ἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετʼ Εὐφήμοιο.
 
κεῖθεν δʼ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες 1765
 
Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοίγε
 
ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,
 
ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδʼ ἱκέσθαι.
 
ἄμφθ γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν.
 
ἔνθʼ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας 1770
 
ἀνθέμενοι κούφοισιν ἄφαρ κατʼ ἀγῶνα πόδεσσιν
 
κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.
 
Ἵλατʼ ἀριστήων μακάρων γένος· αἵδε δʼ ἀοιδαὶ
 
εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν
 
ἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθʼ ἱκάνω 1775
 
ὑμετέρων καμάτων· ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλος
 
αὖτις ἀπʼ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη,
 
οὔτʼ ἀνέμων ἐριῶλαι ἐνέσταθεν· ἀλλὰ ἕκηλοι
 
γαῖαν Κεκροπίην παρά τʼ Αὐλίδα μετρήσαντες
 
Εὐβοίης ἔντοσθεν Ὀπούντιά τʼ ἄστεα Λοκρῶν 1780
 
ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.
← Previous 45 / 45

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme