Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 4

 
ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειὰς
 
αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι.
 
τὰς δʼ αἰσχροῖς ἥρωες ἐπεστοβέεσκον ἔπεσσιν 1725
 
χλεύῃ γηθόσυνοι· γλυκερὴ δʼ ἀνεδαίετο τοῖσιν
 
κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης
 
μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες
 
ἀνδράσι δηριόωνται, ὅτʼ Ἀπόλλωνα θυηλαῖς
 
Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται. 1730
 
ἀλλʼ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματʼ ἔλυσαν,
 
μνήσατʼ ἔπειτʼ Εὔφημος ὀνείρατος ἐννυχίοιο,
 
ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ
 
δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ
 
ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος, 1735
 
ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης
 
παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι
 
ἄσχετον ἱμερθείς· ὀλοφύρετο δʼ ἠύτε κούρην
 
ζευξάμενος, τήν τʼ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι·
 
ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκʼ ἐπέεσσιν· 1740
 
Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων,
 
οὐ κούρη· τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες.
 
ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν
 
ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν· εἶμι δʼ ἐς αὐγὰς
 
ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη. 1745
 
τῷ δʼ ἄρʼ ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τʼ ὀνόμηνεν
 
Αἰσονίδῃ· ὁ δʼ ἔπειτα θεοπροπίας Ἑκάτοιο
 
θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε·
 
ὦ πέπον, ἦ μέγα δή δε καὶ ἀγλαὸν ἔμμορε κῦδος.
 
βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι 1750
 
νῆσον, ἵνʼ ὁπλότεροι παίδων δέθεν ἐννάσσονται
 
παῖδες· ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν
 
τήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλος
 
ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας.
 
ὧς ἔφατʼ· οὐδʼ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο 1755
 
Εὔφημος· βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς,
 
ἧκεν ὑποβρυχίην. τῆς δʼ ἔκτοθι νῆσος ἀέρθη
 
καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο,
 
οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον,
 
Λήμνου τʼ ἐξελαθέντες ὑπʼ ἀνδράσι Τυρσηνοῖσιν 1760
 
Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας
 
Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme