Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 4

 
τήν τε θοοῖς πελέκεσσιν ἔθʼ ἡμιπλῆγα λιπόντες
 
ὑλοτόμοι δρυμοῖο κατήλυθον· ἡ δʼ ὑπὸ νυκτὶ
 
ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε 1685
 
πρυμνόθεν ἐξαγεῖσα κατήριπεν· ὧς ὅγε ποσσὶν
 
ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,
 
ὕστερον αὖτʼ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ.
 
κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο
 
ἥρωες· μετὰ δʼ οἵγε νέον φαέθουσαν ἐς ἠῶ 1690
 
ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο,
 
ὕδωρ τʼ εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς
 
παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης.
 
Λὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας
 
νὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν· 1695
 
νύκτʼ ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαὶ
 
μήνης· οὐρανόθεν δὲ μέλαν χάος, ἠέ τις ἄλλη
 
ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων.
 
αὐτοὶ δʼ, εἴτʼ Ἀίδῃ, εἴθʼ ὕδασιν ἐμφορέοντο,
 
ἠείδειν οὐδʼ ὅσσον· ἐπέτρεψαν δὲ θαλάσσῃ 1700
 
νόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ἰήσων
 
χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει,
 
ῥύσασθαι καλέων· κατὰ δʼ ἔρρεεν ἀσχαλόωντι
 
δάκρυα· πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δʼ Ἀμύκλαις,
 
πολλὰ δʼ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν. 1705
 
Λητοΐδη, τύνη δὲ κατʼ οὐρανοῦ ἵκεο πέτρας
 
ῥίμφα Μελαντίους ἀριήκοος, αἵ τʼ ἐνὶ πόντῳ
 
ἧνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας,
 
δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον·
 
μαρμαρέην δʼ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην. 1710
 
τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρʼ ἐφαάνθη
 
νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου,
 
ἔνθʼ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον· αὐτίκα δʼ Ἠὼς
 
φέγγεν ἀνερχομένη· τοὶ δʼ ἀγλαὸν Ἀπόλλωνι
 
ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμὸν 1715
 
ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης
 
Φοῖβον κεκλόμενοι· Ἀνάφην δέ τε λισσάδα νῆσον
 
ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν.
 
ῥέζον δʼ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν
 
ἀκτῇ ἐφοπλίσσειαν· ὃ δή σφεας ὁππότε δαλοῖς 1720
 
ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο
 
Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτʼ ἔπειτα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme