Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 4

 
Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον,
 
τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα.
 
ἀλλʼ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο 1645
 
χάλκεος ἠδʼ ἄρρηκτος· ὑπαὶ δέ οἱ ἔσκε τένοντος
 
σύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὅ τʼ ἦγχε
 
λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο.
 
οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψʼ ἀπὸ χέρσου
 
νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς. 1650
 
καί νύ κʼ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν,
 
ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες,
 
εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν·
 
κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν
 
ἄνδρα τόν, ὅστις ὅδʼ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει 1655
 
ὃν δέμας, ὁππότε μή οἱ ἐπʼ ἀκάματος πέλοι αἰών.
 
ἀλλʼ ἔχετʼ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς
 
πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι.
 
ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο
 
νῆʼ ἐπʼ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει 1660
 
μῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιο
 
προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν
 
βήσατʼ ἐπʼ ἰκριόφιν· χειρὸς δέ ἑ χειρὶ μεμαρπὼς
 
Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν.
 
ἔνθα δʼ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας 1665
 
θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν
 
ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται.
 
τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετʼ ἀοιδαῖς,
 
τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν
 
ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς· 1670
 
λευγαλέον δʼ ἐπί οἱ πρῖεν χόλον, ἐκ δʼ ἀίδηλα
 
δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.
 
Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται,
 
εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος
 
ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει. 1675
 
ὧς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι
 
Μηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείας
 
ὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι.
 
πετραίῳ στόνυχι χρίμψε σφυρόν· ἐκ δέ οἱ ἰχὼρ
 
τηκομένῳ ἴκελος μολίβῳ ῥέεν· οὐδʼ ἔτι δηρὸν 1680
 
εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο.
 
ἀλλʼ ὥς τίς τʼ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme