Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 4

 
ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες.
 
ἀλλʼ ἄνα· μηδʼ ἔτι τοῖον ὀιζύων ἀκάχησο·
 
ἄνστησον δʼ ἑτάρους. εὖτʼ ἂν δέ τοι Ἀμφιτρίτη 1325
 
ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ,
 
δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετʼ ἀμοιβὴν
 
ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα·
 
καί κεν ἔτʼ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε.
 
ὧς ἄρʼ ἔφαν, καὶ ἄφαντοι ἵνʼ ἔσταθεν, ἔνθʼ ἄρα ταίγε 1330
 
φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων
 
παπτήνας ἀνʼ ἄρʼ ἕζετʼ ἐπὶ χθονός, ὧδέ τʼ ἔειπεν·
 
Ἵλατʼ ἐρημονόμοι κυδραὶ θεαί· ἀμφὶ δὲ νόστῳ
 
οὔτι μαλʼ ἀντικρὺ νοέω φάτιν. ἦ μὲν ἑταίρους
 
εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ 1335
 
δήωμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων.
 
ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει,
 
αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥά τʼ ἀνʼ ὕλην
 
σύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαρείῃ
 
φθογγῇ ὑποτρομέουσιν ἀνʼ οὔρεα τηλόθι βῆσσαι· 1340
 
δείματι δʼ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν
 
βουπελάται τε βοῶν· τοῖς δʼ οὔ νύ τι γῆρυς ἐτύχθη
 
ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο.
 
ἀγχοῦ δʼ ἠγερέθοντο κατηφέες· αὐτὰρ ὁ τούσγε
 
ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν 1345
 
ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα·
 
κλῦτε, φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,
 
στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο
 
αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι,
 
ἔσταν ὑπὲρ κεφαλῆς μάλʼ ἐπισχεδόν· ἂν δʼ ἐκάλυψαν 1350
 
πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καὶ μʼ ἐκέλοντο
 
αὐτόν τʼ ἔγρεσθαι, ἀνά θʼ ὑμέας ὄρσαι ἰόντα·
 
μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν
 
ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα
 
ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη 1355
 
ἅρμα Ποσειδάωνος. ἐγὼ δʼ οὐ πάγχυ νοῆσαι
 
τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι
 
ἡρῷσσαι, Λιβύης τιμήοροι ᾐδὲ θύγατρες·
 
καὶ δʼ ὁπόσʼ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδʼ ὅσʼ ἐφʼ ὑγρὴν
 
ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο. 1360
 
οὐδʼ ἔτι τάσδʼ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς
 
ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme