Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 4

 
υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε
 
γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν·
 
ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτοὺς
 
ὑμέας Αἰήταο, πρὸ γάρ τʼ ἀναφανδὰ τέτυκται
 
πάντα μάλʼ, οὐδέ τι μῆχος ἱκάνεται. ἀλλʼ ἐπὶ νηὶ 85
 
φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων.
 
δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα
 
φρουρὸν ὄφιν· τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις,
 
ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης,
 
ποίησαι· μηδʼ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν 90
 
χήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης.
 
Ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαο
 
γήθεον· αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν
 
ἦκʼ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε·
 
δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω, 95
 
Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν
 
κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν,
 
εὖτʼ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες.
 
ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ
 
δεξιτερήν· ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει 100
 
νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρʼ ἔτι νύκτωρ
 
κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο.
 
ἔνθʼ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν.
 
εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκʼ ἔωσαν
 
νῆα· πολὺς δʼ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν 105
 
ἦεν ἀριστήων· ἡ δʼ ἔμπαλιν ἀίσσουσα
 
γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων
 
θάρσυνέν τʼ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν.
 
ἦμος δʼ ἀνέρες ὕπνον ἀπʼ ὀφθαλμῶν ἐβάλοντο
 
ἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔποτε νύκτα 110
 
ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς,
 
μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν
 
θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν·
 
τῆμος ἄρʼ Αἰσονίδης κούρη τʼ ἀπὸ νηὸς ἔβησαν
 
ποιήεντʼ ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονται 115
 
εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατʼ ἔκαμψεν,
 
νώτοισιν φορέων Μινυήιον υἷʼ Ἀθάμαντος.
 
ἐγγύθι δʼ αἰθαλόεντα πελεν βωμοῖο θέμεθλα,
 
ὅν ῥά ποτʼ Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος,
 
ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme