Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 3

 
ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας
 
νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα
 
λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν.
 
οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον
 
ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 325
 
εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες
 
νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν
 
ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα,
 
αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν,
 
οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 330
 
ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται.
 
χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω.
 
τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι
 
καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ
 
σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν, 335
 
πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν
 
στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν
 
καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς
 
Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι.
 
νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην, 340
 
οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν,
 
τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν
 
λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις
 
ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι.
 
ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 345
 
νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς.
 
τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον
 
ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς
 
ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις.
 
αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 350
 
χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν
 
δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας
 
Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.
 
εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε
 
ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 355
 
τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν,
 
κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο.
 
εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,
 
οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο.
 
ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 360

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme