Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 3

 
ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν,
 
τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται
 
δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν
 
ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδʼ ἐνὶ γαίῃ
 
ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι, 205
 
ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις
 
δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δʼ ἴσην
 
καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν
 
θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται.
 
τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα 210
 
ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν
 
Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες.
 
ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο
 
Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.
 
ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος 215
 
εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους
 
ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο
 
λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.
 
εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο
 
ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν 220
 
ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν
 
ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν
 
Ἥφαιστος. καί ῥʼ ἡ μέν ἀναβλύεσκε γάλακτι,
 
ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·
 
ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν 225
 
θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις
 
κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.
 
τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο
 
τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα.
 
καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων 230
 
ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·
 
πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον
 
ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις
 
δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι.
 
ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ 235
 
δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα·
 
δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.
 
λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν.
 
τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν,
 
κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme