Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 3

 
καὶ ξίφος ἀμφʼ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει
 
εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.
 
παπτήνας δʼ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων
 
αὐτόγυόν τʼ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον. 1285
 
χρίμψε δʼ ἔπειτα κιών, παρὰ δʼ ὄβριμον ἔγχος ἔπηξεν
 
ὀρθὸν ἐπʼ οὐριάχῳ, κυνέην δʼ ἀποκάτθετʼ ἐρείσας.
 
βῆ δʼ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων
 
ἴχνια μαστεύων· οἱ δʼ ἔκποθεν ἀφράστοιο
 
κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα 1290
 
καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,
 
ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες.
 
ἔδδεισαν δʼ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε,
 
εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη
 
μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματʼ ἀέλλαις. 1295
 
πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δέ μιν ἄμφω
 
μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν·
 
οὐδʼ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.
 
ὡς δʼ ὅτʼ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν
 
φῦσαι χαλκήων ὁτὲ μέν τʼ ἀναμαρμαίρουσιν, 1300
 
πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτʼ αὖ λήγουσιν ἀυτμῆς,
 
δεινὸς δʼ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότʼ ἀίξῃ
 
νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες
 
ἐκ στομάτων ὁμάδευν, τὸν δʼ ἄμφεπε δήιον αἶθος
 
βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακʼ ἔρυτο. 1305
 
καί ῥʼ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας
 
εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ
 
ζεύγλῃ χαλκείῃ, τὸν δʼ ἐν χθονὶ κάββαλεν ὀκλάξ,
 
ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον
 
σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ. 1310
 
εὐρὺ δʼ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα
 
τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας
 
γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς.
 
θαύμασε δʼ Αἰήτης σθένος ἀνέρος. οἱ δʼ ἄρα τείως
 
Τυνδαρίδαι—δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν— 1315
 
ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.
 
αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δʼ ἀείρας
 
χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ
 
ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα
 
χαζέσθην. ὁ δʼ ἄρʼ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ 1320
 
ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme