Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 3

 
ὕδωρ, ἠὲ κατʼ ἄλσος Ὑαντίου Ὀγχηστοῖο,
 
καί τε Καλαύρειαν μετὰ δῆθʼ ἅμα νίσσεται ἵπποις,
 
πέτρην θʼ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν·
 
τοῖος ἄρʼ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι. 1245
 
τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων
 
φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν
 
ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροι
 
πείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντο
 
κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτως 1250
 
ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.
 
αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας
 
κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴ
 
ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησαν
 
γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου. 1255
 
καὶ δʼ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκὴ
 
σμερδαλέη ἄφατός τε καὶ ἄτρομος· αἱ δʼ ἑκάτερθεν
 
χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι.
 
ὡς δʼ ὅτʼ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο
 
σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν 1260
 
κυδιόων ὀρθοῖσιν ἐπʼ οὔασιν αὐχένʼ ἀείρει·
 
τοῖος ἄρʼ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων.
 
πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,
 
ἀσπίδα χαλκείην μελίην τʼ ἐν χερσὶ τινάσσων.
 
φαίης κε ζοφεροῖο κατʼ αἰθέρος ἀίσσουσαν 1265
 
χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι
 
ἐκ νεφέων, ὅτʼ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται.
 
καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων
 
μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες
 
ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. 1270
 
τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,
 
ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα
 
γίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος
 
κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.
 
τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων, 1275
 
τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,
 
τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.
 
Αἰσονίδης δʼ, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,
 
δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖνʼ ἐς ἄεθλον,
 
νηὸς ἀποπροθορών· ἄμυδις δʼ ἕλε παμφανόωσαν 1280
 
χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme