Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 3

 
οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.
 
Αἰσονίδης δʼ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο
 
ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,
 
ὦρτʼ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα, 1165
 
ἡρώων ἐς ὅμιλον· ὁμοῦ δʼ ἐπὶ νῆα πέλασσαν.
 
οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τʼ ἐρέοντο.
 
αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,
 
δεῖξέ τε φάρμακον αἰνόν· ὁ δʼ οἰόθεν οἶος ἑταίρων
 
Ἴδας ἧστʼ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι 1170
 
γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,
 
εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμʼ ἠοῖ
 
πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας
 
ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,
 
σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο. 1175
 
βὰν δʼ ἴμεν, οὐδʼ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν
 
κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας
 
Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ
 
Κάδμος, ὅτʼ Εὐρώπην διζήμενος εἰσαφίκανεν,
 
πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα· 1180
 
ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων
 
ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.
 
τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα
 
Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.
 
καί ῥʼ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν 1185
 
Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,
 
Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·
 
τοὺς δὲ τότʼ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι
 
προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατʼ ἀέθλου
 
ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο. 1190
 
ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν
 
ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων·
 
νὺξ δʼ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας
 
ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων
 
αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου 1195
 
ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ,
 
βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,
 
σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα
 
ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης
 
Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός. 1200
 
ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme