Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 3

 
Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.
 
εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,
 
ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.
 
ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα, 1085
 
πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς
 
Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,
 
ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς
 
ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν.
 
Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν. 1090
 
ἐν δʼ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι
 
πολλαὶ ναιετάουσιν, ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαι
 
Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα,
 
Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο
 
δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι. 1095
 
ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντʼ ἀγορεύω,
 
ἡμετέρους τε δόμους τηλεκλείτην τʼ Ἀριάδνην,
 
κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην
 
παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μʼ ἐρεείνεις;
 
αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως 1100
 
ἀμφʼ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.
 
ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν.
 
τῆς δʼ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,
 
καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ·
 
Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν. 1105
 
Αἰήτης δʼ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας
 
Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδʼ Ἀριάδνῃ
 
ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε.
 
ἀλλʼ οἶον τύνη μὲν ἐμεῦ, ὅτʼ Ἰωλκὸν ἵκηαι,
 
μνώεο· σεῖο δʼ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων 1110
 
μνήσομαι. ἔλθοι δʼ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,
 
ἠέ τις ἄγγελος ὄρνις, ὅτʼ ἐκλελάθοιο ἐμεῖο·
 
ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν
 
ἐνθένδʼ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,
 
ὄφρα σʼ, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, 1115
 
μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην
 
ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.
 
ὧς ἄρʼ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν
 
δάκρυα· τὴν δʼ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν·
 
δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας, 1120
 
ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme