Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 3

 
ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτʼ ἀλοιφῇ
 
γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ
 
ἔσσετʼ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης
 
ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν. 1045
 
πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω
 
καὶ ξίφος. ἔνθʼ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ
 
γηγενέων ἀνδρῶν, οὐδʼ ἄσχετος ἀίσσουσα
 
φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν
 
ἔσσεαι, ἀλλʼ αὐτῆμαρ· ὅμως σύγε μή ποτʼ ἀέθλου 1050
 
χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομʼ ὄνειαρ.
 
αὐτίκʼ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν
 
χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς,
 
οἱ δʼ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες
 
σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων, 1055
 
αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,
 
λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δʼ ἂν ἐπʼ αὐτῷ,
 
καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν
 
ἀλλήλους· καὶ δʼ αὐτὸς ἐπείγεο δηιοτῆτος
 
ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γʼ ἕκητι 1060
 
οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δʼ ἔμπης,
 
ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.
 
ὧς ἄρʼ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα
 
θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν
 
μυρομένη, ὅ τʼ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο 1065
 
πόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντην
 
ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς
 
δεξιτερῆς· δὴ γάρ οἱ ἀπʼ ὀφθαλμοὺς λίπεν αἰδώς·
 
μνώεο δʼ, ἢν ἄρα δή ποθʼ ὑπότροπος οἴκαδʼ ἵκηαι,
 
οὔνομα Μηδείης· ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντος 1070
 
μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν
 
δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις·
 
ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο,
 
ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην,
 
ἥντινα τήνδʼ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν 1075
 
Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.
 
ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης
 
οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα·
 
καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτʼ ἦμαρ
 
σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε 1080
 
φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τινʼ ἄλλον

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme