Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 3

 
ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτʼ ἄνευθεν
 
αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μʼ ἀέθλῳ
 
χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα
 
παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος.
 
ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο, 645
 
νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι
 
αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν.
 
δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο,
 
αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω
 
στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν 650
 
εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα·
 
ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·
 
αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.
 
τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις
 
λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. 655
 
ὡς δʼ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν
 
μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,
 
οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν
 
αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δʼ ἀχέουσα θαάσσει·
 
τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω 660
 
δήνεσιν ἀλλήλων· ἡ δʼ ἔνδοθι δαιομένη περ
 
σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,
 
μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες·
 
τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω
 
μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσʼ ἐνόησεν 665
 
δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα·
 
Χαλκιόπῃ δʼ ἤγγειλε παρασχεδόν· ἡ δʼ ἐνὶ παισὶν
 
ἧστʼ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι.
 
ἀλλʼ οὐδʼ ὧς ἀπίθησεν, ὅτʼ ἔκλυεν ἀμφιπόλοιο
 
μῦθον ἀνώιστον· διὰ δʼ ἔσσυτο θαμβήσασα 670
 
ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη
 
κέκλιτʼ ἀκηχεμένη, δρύψεν δʼ ἑκάτερθε παρειάς·
 
ὡς δʼ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν·
 
Ὤι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις;
 
τίπτʼ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος; 675
 
ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος,
 
ἦέ τινʼ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν
 
ἀμφί τʼ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων
 
δῶμα τόδʼ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλʼ ἐπὶ γαίης
 
πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων. 680

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme