Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 3

 
εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε,
 
ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων
 
Μηδείης ὑπʼ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν
 
ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις
 
παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομʼ ἀνῆπται. 5
 
ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν
 
μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν
 
Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων
 
ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι
 
βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη· 10
 
αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.
 
τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες
 
χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο,
 
ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν
 
μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς. 15
 
ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.
 
ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·
 
καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,
 
Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω
 
φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει 20
 
θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.
 
ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν,
 
ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη
 
τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·
 
δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω 25
 
παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται
 
κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν
 
θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω
 
κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.
 
ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ, 30
 
καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·
 
Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,
 
οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.
 
εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε
 
ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα. 35
 
ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο
 
Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,
 
ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.
 
ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο
 
ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο. 40
1 / 36 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme