Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 2

 
ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·
 
ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες 1160
 
λίσσεσθʼ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.
 
Κρηθεὺς γάρ ῥʼ Ἀθάμας τε κασίγνητοι γεγάασιν.
 
Κρηθῆος δʼ υἱωνὸς ἐγὼ σὺν τοισίδʼ ἑταίροις
 
Ἑλλάδος ἐξ αὐτῆς νέομʼ ἐς πόλιν Αἰήταο.
 
ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίφομεν ἀλλήλοισιν. 1165
 
νῦν δʼ ἕσσασθε πάροιθεν· ὑπʼ ἐννεσίῃσι δʼ ὀίω
 
ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.
 
ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.
 
πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,
 
μῆλʼ ἱερευσόμενοι· περὶ δʼ ἐσχάρῃ ἐστήσαντο 1170
 
ἐσσυμένως, ἥ τʼ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ
 
στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο
 
ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.
 
οὐδέ σφιν θέμις ἦεν, ὅτʼ ἀντιπέρηθεν ἵκοιντο,
 
μήλων τʼ ἠδὲ βοῶν τῇδʼ ἐσχάρῃ ἱερὰ καίειν· 1175
 
ἀλλʼ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
 
αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτʼ ἐπάσαντο,
 
δὴ τότ ἄρʼ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·
 
Ζεὺς ἐτεῇ τὰ ἕκαστʼ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες
 
λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι. 1180
 
ὡς μὲν γὰρ πατέρʼ ὑμὸν ὑπεξείρυτο φόνοιο
 
μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον·
 
ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν
 
χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδʼ ἐπὶ νηὸς
 
ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετʼ Αἶαν, 1185
 
εἶτε μετʼ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.
 
τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ
 
δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος
 
τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμʼ ἐκέδασσεν,
 
πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τʼ ἐνὶ πόντῳ 1190
 
στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.
 
ἀλλʼ ἄγεθʼ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν
 
κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε
 
καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς
 
στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν. 1195
 
ἴσκε παρηγορέων· οἱ δʼ ἔστυγον εἰσαΐοντες.
 
οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο
 
κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δʼ ἔειπεν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme