Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 2

 
τοίη ἄρʼ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατʼ ἀυτή.
 
οὐδέ τινʼ οἰωνῶν ἔτʼ ἐσέδρακον, ἀλλʼ ὅτε νήσῳ 1080
 
χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκʼ ἄρʼ οἵγε
 
μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο.
 
ὡς δʼ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν
 
ἐκ νεφέων ἀνά τʼ ἄστυ καὶ οἰκία, τοὶ δʼ ὑπὸ τοῖσιν
 
ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες 1085
 
ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη
 
ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον·
 
ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες
 
ὕψι μάλʼ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης.
 
τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι 1090
 
ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα
 
ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;
 
υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο
 
ἐξ Αἴης ἐνέοντο παρʼ Αἰήταο Κυταίου,
 
Κολχίδα νῆʼ ἐπιβάντες, ἵνʼ ἄσπετον ὄλβον ἄρωνται 1095
 
πατρός· ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον.
 
καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ.
 
Ζεὺς δʼ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι,
 
ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο·
 
αὐτὰρ ὅγʼ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλʼ ἐτίνασσεν 1100
 
τυτθὸν ἐπʼ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν·
 
νυκτὶ δʼ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα
 
κεκληγὼς πνοιῇσι· κελαινὴ δʼ οὐρανὸν ἀχλὺς
 
ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετʼ ἰδέσθαι
 
ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο. 1105
 
οἱ δʼ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
 
υἱῆες Φρίξοιο φέρονθʼ ὑπὸ κύμασιν αὔτως.
 
ἱστία δʼ ἐξήρπαξʼ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν
 
νῆα διάνδιχʼ ἔαξε τινασσομένην ῥοθίοισιν.
 
ἔνθα δʼ ὑπʼ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες 1110
 
δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ
 
ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.
 
καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,
 
κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.
 
αὐτίκα δʼ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον 1115
 
καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου
 
χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
 
τοὺς δʼ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme