Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 2

 
καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης,
 
ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο 1040
 
λυσάμενος τελαμῶνα κατήορον· ἐκ δʼ ἐφαάνθη
 
ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρως
 
Εὐρυτίδης Κλυτίος—πρὸ γὰρ ἀγκύλα τείνατο τόξα,
 
ἧκε δʼ ἐπʼ οἰωνὸν ταχινὸν βέλος—αὐτὰρ ἔπειτα
 
πλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός. 1045
 
τοῖσιν δʼ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο·
 
νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς· ἴστε καὶ αὐτοὶ
 
τούσδʼ ὄρνιθας ἰδόντες. ἐγὼ δʼ οὐκ ἔλπομαι ἰοὺς
 
τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τινʼ ἄλλην
 
μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γʼ ἐπικέλσαι 1050
 
μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν.
 
οὐδὲ γὰρ Ἡρακλέης, ὁπότʼ ἤλυθεν Ἀρκαδίηνδε,
 
πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης
 
ὤσασθαι τόξοισι, τὸ μέν τʼ ἐγὼ αὐτὸς ὄπωπα.
 
ἀλλʼ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων 1055
 
δούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δʼ ἐφέβοντο
 
τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι.
 
τῶ καὶ νῦν τοίην τινʼ ἐπιφραζώμεθα μῆτιν·
 
αὐτὸς δʼ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι.
 
ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας, 1060
 
ἡμίσεες μὲν ἐρέσσετʼ ἀμοιβαδίς, ἡμίσεες δὲ
 
δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα.
 
αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτʼ ἀυτὴν
 
ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται
 
νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθʼ ὕπερθεν. 1065
 
εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότʼ ἔπειτα
 
σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.
 
ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐπίρροθος ἥνδανε μῆτις.
 
ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο
 
δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο 1070
 
φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον·
 
τοὶ δʼ αὖτʼ ἐγχείῃσι καὶ ἀσπίσι νῆʼ ἐκάλυψαν.
 
ὡς δʼ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ,
 
δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,
 
ἄλλῳ δʼ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν· 1075
 
ὧς οἵγʼ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν.
 
οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο
 
ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme