Book 2
τοῖος ἐών, οἷος πόλεμόνδʼ ἴεν· ἀμφὶ δὲ καλὴ
τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.
920
καί ῥʼ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἱ δʼ ἐσιδόντες
θάμβησαν· τοὺς δʼ ὦρσε θεοπροπέων ἐπικέλσαι
Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι.
οἱ δʼ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες
πείσματʼ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο,
925
χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων.
ἄνδιχα δʼ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι
βωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς
θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.
αὐτίκα δʼ οἵγʼ ἀνέμοιο κατασπέρχοντος ἔβησαν
930
νῆʼ ἔπι· κὰδ δʼ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο
ἐς πόδας ἀμφοτέρους· ἡ δʼ ἐς πέλαγος πεφόρητο
ἐντενές, ἠύτε τίς τε διʼ ἠέρος ὑψόθι κίρκος
ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει
ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν.
935
καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,
πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη
Λητωίς, ἄγρηθεν ὅτʼ οὐρανὸν εἰσαναβαίνῃ,
ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.
νυκτί δʼ ἔπειτʼ ἄλληκτον ἐπιπροτέρωσε θέοντες
940
σήσαμον αἰπεινούς τε παρεξενέοντʼ Ἐρυθίνους,
Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον.
ἔνθεν δʼ αὖτε Κάραμβιν ἅμʼ ἠελίοιο βολῇσιν
γνάμψαντες παρὰ πουλὺν ἔπειτʼ ἤλαυνον ἐρετμοῖς
αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπʼ ἤματι ϝύκτα.
945
αὐτίκα δʼ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην,
θυγατέρʼ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν
παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.
δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δʼ ὅγʼ αὐτῇ
δωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν.
950
ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.
ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι
ἱέμενον, ποταμόν τʼ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν
τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.
ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο
955
υἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε
τῆμος ἔθʼ, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον·
οἵ ῥα τόθʼ, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,