Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 2

 
αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν·
 
δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως; 880
 
οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο·
 
ἡμῖν δʼ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ,
 
καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης·
 
ἀλλʼ ἔγρεσθʼ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας.
 
τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν· 885
 
Αἰακίδη, πῇ δʼ οἵδε κυβερνητῆρες ἔασιν;
 
οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθʼ εἶναι,
 
οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν.
 
τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,
 
εἰ δὴ μήτʼ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο 890
 
ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
 
πετράων ἔκτοσθε, κατʼ αὐτόθι δʼ ἄμμε καλύψει
 
ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.
 
ὧς ἔφατʼ· Ἀγκαῖος δὲ μάλʼ ἐσσυμένως ὑπέδεκτο
 
νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθʼ ὁρμῇ. 895
 
τὸν δὲ μετʼ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε
 
ὤρνυντʼ, ἰθύνειν λελιημένοι. ἀλλʼ ἄρα τούσγε
 
ἔσχεθον· Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων.
 
Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον
 
ἤματι· δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο. 900
 
καρπαλίμως δʼ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς,
 
ἐκ δʼ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δʼ ἐπιπρὸ
 
λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες.
 
ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο
 
ἤλυθον, ἔνθʼ ἐνέπουσι Διὸς Νυσήιον υἷα, 905
 
Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας,
 
ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν,
 
ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας,
 
ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες
 
ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν. 910
 
ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο,
 
ὅς ῥά τʼ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο
 
ἂψ ἀνιὼν—δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι—
 
βλήμενος ἰῷ κεῖθεν ἐπʼ ἀγχιάλου θάνεν ἀκτῆς.
 
οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ 915
 
Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο
 
λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι.
 
τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme