Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 2

 
τῶ νῦν ἥντινʼ ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι,
 
τίσω προφρονέως. ἡ γὰρ θέμις ἠπεοανοῖσιν 800
 
ἀνδράσιν, εὖτʼ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν.
 
ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι
 
Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα· τοῖο δʼ ἰόντος,
 
ἦ τʼ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε
 
ἀνδράσιν, ὄφρʼ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος. 805
 
νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης
 
εἵσομαι ἱερὸν αἰπύ· τὸ μὲν μάλα τηλόθι πάντες
 
ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται·
 
καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν,
 
πίονας εὐα·ρότοιο γύας πεδίοιο ταμοίμην. 810
 
ὧς τότε μὲν δαῖτʼ ἀμφὶ πανήμεροι ἑψιόωντο.
 
ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες·
 
καὶ δʼ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρίʼ ὀπάσσας
 
δῶρα φέρειν· ἅμα δʼ υἷα δόμων ἔκπεμπε νέεσθαι.
 
ἔνθα δʼ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα 815
 
Ἴδμονα, μαντοσύνῃσι κεκασμένον. ἀλλά μιν οὔτι
 
μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι·
 
κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο
 
ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν
 
κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ 820
 
νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν
 
ἠείδει· οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος.
 
αὐτὰρ ὅγʼ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο
 
ϝίσσετʼ Ἀβαντιάδης· ὁ δʼ ἄρʼ ἔκποθεν ἀφράστοιο
 
ὕψι μάλʼ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν 825
 
ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.
 
ὀξὺ δʼ ὅγε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντος
 
ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δʼ αἶψʼ ὀλοοῖο
 
Πηλεὺς αἰγανέῃ φύγαδʼ εἰς ἕλος ὁρμηθέντος
 
καπρίου· ἔσσυτο δʼ αὖτις ἐναντίος· ἀλλά μιν Ἴδας 830
 
οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί.
 
καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα·
 
τὸν δʼ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα,
 
ἀχνύμενοι, χείρεσσι δʼ ἑῶν ἐνικάτθανʼ ἑταίρων.
 
ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι, 835
 
ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.
 
ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη
 
τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme