Book 2
ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν
ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί.
τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους
ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ
καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας
45
πειράζων, εἴθʼ ὡς πρὶν ἐυτρόχαλοι φορέονται,
μηδʼ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν
οὐ μὰν αὖτʼ Ἄμυκος πειρήσατο· σῖγα δʼ ἄπωθεν
ἑστηὼς εἰς αὐτὸν ἔχʼ ὄμματα, καί οἱ ὀρέχθει
θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι.
50
τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς
θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας
ὠμούς, ἀζαλέους, περὶ δʼ οἵγʼ ἔσαν ἐσκληῶτες.
αὐτὰρ ὁ τόνγʼ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα·
τῶνδέ τοι ὅν κʼ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω
55
αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.
ἀλλὰ βάλευ περὶ χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις,
ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι
ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.
ὧς ἔφατʼ· αὐτὰρ ὅγʼ οὔτι παραβλήδην ἐρίδηνεν.
60
ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο,
τοὺς ἕλεν ἀπροφάτως· τοῦ δʼ ἀντίος ἤλυθε Κάστωρ
ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας· ὦκα δʼ ἱμάντας
ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν.
τῷ δʼ αὖτʼ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν
65
νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ.
οἱ δʼ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο,
αὐτίκʼ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας
χεῖρας, ἐπʼ ἀλλήλοισι μένος φέρον ἀντιόωντες.
ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅ τε κῦμα θαλάσσης
70
τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δʼ ὑπὸ τυτθὸν
ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,
ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος,
ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετʼ, οὐδέ μιν εἴα
δηθύνειν. ὁ δʼ ἄρʼ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν
75
ἀίσσοντʼ ἀλέεινεν· ἀπηνέα δʼ αἶψα νοήσας
πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων,
στῆ ῥʼ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν.
ὡς δʼ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις
ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες
80