Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 2

 
μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν
 
αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε 480
 
ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.
 
τῷ δʼ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω
 
αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτʼ ἀφίκανεν,
 
ἀμπλακίην ἔγνων· βωμὸν δʼ ἐκέλευσα καμόντα
 
Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπʼ αὐτῷ 485
 
ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.
 
ἔνθʼ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτʼ ἐμεῖο
 
ἐκλάθετʼ, οὐδʼ ἀθέρισσε· μόλις δʼ ἀέκοντα θύραζε
 
πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.
 
ὧς φάτʼ Ἀγηνορίδης· ὁ δʼ ἐπισχεδὸν αὐτίκα δοιὼ 490
 
ἤλυθʼ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δʼ ἵστατʼ Ἰήσων,
 
ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος.
 
ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα
 
ῥέζον ἐπʼ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο.
 
κουρότεροι δʼ ἑτάρων μενοεικέα δαῖτʼ ἀλέγυνον. 495
 
ἔνθʼ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός,
 
τοὶ δʼ αὐτοῦ κατὰ δώματʼ ἀολλέες εὐνάζοντο.
 
ἦρι δʼ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τʼ ἀνὰ πᾶσαν
 
γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.
 
Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο 500
 
μῆλα νέμειν προτέροισι παρʼ ἀνδράσιν· εὔαδε γάρ οἱ
 
παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων
 
τήνγʼ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν
 
τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις,
 
αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος. 505
 
ἔνθα δʼ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν
 
Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες.
 
τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην
 
αὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δʼ ἔνεικεν
 
νηπίαχον Χείρωνος ὑπʼ ἄντροισιν κομέεσθαι. 510
 
τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν
 
Μοῦσαι, ἀκεστορίην τε θεοπροπίας τʼ ἐδίδαξαν·
 
καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσʼ ἐνέμοντο
 
ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τʼ ἐρυμνὴν
 
Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο. 515
 
ἦμος δʼ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους
 
Σείριος, οὐδʼ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσιν,
 
τῆμος τόνγʼ ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme