Book 2
ἔνθα δʼ ἔσαν σταθμοί τε βοῶν αὖλίς τʼ Ἀμύκοιο,
Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη
τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα
Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν·
ὅς τʼ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν,
5
μήτινʼ ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο
πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάιξεν.
καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι
ναυτιλίης, οἵ τʼ εἶεν, ὑπερβασίῃσιν ἄτισσεν,
τοῖον δʼ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον·
10
Κέκλυθʼ, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἔοικεν.
οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι
ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ,
πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι.
τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου
15
πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι.
εἰ δʼ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας,
ἦ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετʼ ἀνάγκη.
ἦ ῥα μέγα φρονέων· τοὺς δʼ ἄγριος εἰσαΐοντας
εἷλε χόλος· περὶ δʼ αὖ Πολυδεύκεα τύψεν ὁμοκλη
20
αἶψα δʼ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε·
ἴσχεο νῦν, μηδʼ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι,
φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις.
αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.
ὧς φάτʼ ἀπηλεγέως· ὁ δʼ ἐσέδρακεν ὄμμαθʼ ἑλίξας,
25
ὥστε λέων ὑπʼ ἄκοντι τετυμμένος, ὅν τʼ ἐν ὄρεσσιν
ἀνέρες ἀμφιπένονται· ὁ δʼ ἰλλόμενός περ ὁμίλῳ
τῶν μὲν ἔτʼ οὐκ ἀλέγει, ἐπὶ δʼ ὄσσεται οἰόθεν οἶον
ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδʼ ἐδάμασσεν.
ἔνθʼ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος
30
λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι
ὤπασε Λημνιάδων· ὁ δʼ ἐρεμνὴν δίπτυχα λώπην
αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν
κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο.
αὐτίκα δʼ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες
35
ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους,
οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι.
ἀλλʼ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς
γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν
χωομένη Διὶ τίκτεν· ὁ δʼ οὐρανίῳ ἀτάλαντος
40