Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 1

 
Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου,
 
δέκτο γὰρ Ἡρακλῆα πελώριον, ὁππόθʼ ἵκοιτο.
 
βῆ δὲ μεταΐξας Πηγέων σχεδόν, ἠύτε τις θὴρ
 
ἄγριος, ὅν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων,
 
λιμῷ δʼ αἰθόμενος μετανίσσεται, οὐδʼ ἐπέκυρσεν 1245
 
ποίμνῃσιν· πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες
 
ἔλσαν· ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμῃσιν·
 
ὧς τότʼ ἄρʼ Εἰλατίδης μεγάλʼ ἔστενεν, ἀμφὶ δὲ χῶρον
 
φοίτα κεκληγώς· μελέη δέ οἱ ἔπλετο φωνή.
 
αἶψα δʼ ἐρυσσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι, 1250
 
μήπως ἢ θήρεσσιν ἕλωρ πέλοι, ἠέ μιν ἄνδρες
 
μοῦνον ἐόντʼ ἐλόχησαν, ἄγουσι δὲ ληίδʼ ἑτοίμην.
 
ἔνθʼ αὐτῷ ξύμβλητο κατὰ στίβον Ἡρακλῆι
 
γυμνὸν ἐπαΐσσων παλάμῃ ξίφος· εὖ δέ μιν ἔγνω
 
σπερχόμενον μετὰ νῆα διὰ κνέφας. αὐτίκα δʼ ἄτην 1255
 
ἔκφατο λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν·
 
δαιμόνιε, στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω.
 
οὐ γὰρ Ὕλας κρήνηνδε κιὼν σόος αὖτις ἱκάνει.
 
ἀλλά ἑ ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν,
 
ἢ θῆρες σίνονται· ἐγὼ δʼ ἰάχοντος ἄκουσα. 1260
 
ὧς φάτο· τῷ δʼ ἀίοντι κατὰ κροτάφων ἅλις ἱδρὼς
 
κήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα.
 
χωόμενος δʼ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον
 
τὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα.
 
ὡς δʼ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος 1265
 
πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐδὲ νομήων
 
οὐδʼ ἀγέλης ὄθεται, πρήσσει δʼ ὁδόν, ἄλλοτʼ ἄπαυστος,
 
ἄλλοτε δʼ ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχένʼ ἀείρων
 
ἵησιν μύκημα, κακῷ βεβολημένος οἴστρῳ·
 
ὧς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατʼ ἔπαλλεν 1270
 
συνεχέως, ὁτὲ δʼ αὖτε μεταλλήγων καμάτοιο
 
τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ.
 
αὐτίκα δʼ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ
 
ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τῖφυς
 
ἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τʼ ἀνέμοιο. 1275
 
οἱ δʼ εἴσβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸς
 
εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας.
 
κυρτώθη δʼ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δʼ ἀπʼ ἀκτῆς
 
γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην.
 
ἦμος δʼ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς 1280

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme