Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 1

 
χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.
 
ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δʼ ὀπίσσω
 
βῆ ῥʼ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι
 
μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων
 
ἐξέμολεν. μετέπειτα δʼ ἐυτροχάλοισιν ἀμάξαις 845
 
ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι,
 
μῦθον ὅτʼ ἤδη πάντα διηνεκέως ἀγόρευσεν,
 
τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια·
 
καὶ δʼ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματʼ ἄγεσκον
 
ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν 850
 
Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις
 
ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος.
 
ἔνθʼ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο
 
Αἰσονίδης· οἱ δʼ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος,
 
Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο 855
 
αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι.
 
αὐτίκα δʼ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει
 
καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δʼ ἄλλων
 
ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν
 
Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. 860
 
ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν
 
ναυτιλίης· δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες,
 
εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν
 
Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν·
 
δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμʼ ἀποέργει 865
 
ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημεν
 
κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δʼ ἕαδεν
 
ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;
 
οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν
 
ἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας 870
 
αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.
 
ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δʼ ἐνὶ λέκτροις
 
Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον
 
παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.
 
ὧς νείκεσσεν ὅμιλον· ἐναντία δʼ οὔ νύ τις ἔτλη 875
 
ὄμματʼ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι·
 
ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι
 
σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτʼ ἐδάησαν.
 
ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι
 
πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν 880

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme