Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 1

 
ἐκ νηῶν, αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραις
 
δεῦρʼ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις
 
Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην.
 
δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων,
 
ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας· 805
 
αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον,
 
σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτʼ αὖτις
 
ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ
 
πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα
 
γνήσιʼ ἐνὶ μεγάροις, σκοτίη δʼ ἀνέτελλε γενέθλη. 810
 
αὔτως δʼ ἀδμῆτές τε κόραι, χῆραί τʼ ἐπὶ τῇσιν
 
μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο.
 
οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός,
 
εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο
 
μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδʼ ἀπὸ μητρὸς 815
 
λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον·
 
οὐδὲ κασιγνήτοισι κασιγνήτη μελε θυμῷ.
 
ἀλλʼ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν
 
ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο·
 
εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος, 820
 
ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις
 
δέχθαι, ἵνʼ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ
 
αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο.
 
οἱ δʼ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο
 
ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθʼ ἔτι νῦν περ 825
 
Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν.
 
τῶ ὑμεῖς στρωφᾶσθʼ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι
 
ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τʼ ἂν ἔπειτα
 
πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σʼ οἴω
 
γαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλων 830
 
νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν.
 
ἀλλʼ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες
 
μύθους ἡμετέρους, μηδʼ ἔκτοθι μίμνε πόληος.
 
Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη
 
ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν 835
 
Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν
 
χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις.
 
εἶμι δʼ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτʼ ἂν ἕκαστα
 
ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω
 
σοίγʼ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων 840

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme