Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 1

 
εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσω
 
μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει,
 
εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες,
 
κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε.
 
πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις 685
 
αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις
 
γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,
 
καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται;
 
ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν
 
κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη 690
 
γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν
 
αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι.
 
ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα.
 
νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή,
 
εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν 695
 
ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.
 
ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν
 
μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο
 
Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα·
 
εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή, 700
 
ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.
 
ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν·
 
ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα,
 
ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει,
 
ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω· 705
 
καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν,
 
κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.
 
ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι.
 
ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον,
 
χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε 710
 
πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας·
 
κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν,
 
Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν,
 
ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ·
 
καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε, 715
 
κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.
 
ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος.
 
Υψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντος
 
τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε
 
πέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι. 720

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme