Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 1

 
ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη
 
Θρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν,
 
ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι,
 
ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης.
 
τοῖσιν δʼ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπι κνέφας οὖρος 605
 
πάγχυ μάλʼ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός.
 
αὐτὰρ ἅμʼ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος
 
εἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο.
 
ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν
 
νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. 610
 
δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας
 
ἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιν
 
τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν
 
Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν
 
Κύπιδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. 615
 
ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι.
 
οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας
 
ἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω
 
μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν.
 
οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς 620
 
Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν·
 
λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι,
 
αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο
 
πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν
 
νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι 625
 
νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα.
 
τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν
 
τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀροὔρας
 
ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων,
 
οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης 630
 
ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον
 
δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν.
 
τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ,
 
αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης
 
δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο, 635
 
Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν
 
Θρήικας· ἡ δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια
 
δῦνʼ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δʼ ἐχέοντο
 
ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.
 
τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν 640

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme