Thesauros Literature Epic Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Book 1

 
εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι,
 
δὴ τότʼ ἀνέγρετο Τῖφυς· ἄφαρ δʼ ὀρόθυνεν ἑταίρους
 
βαινέμεναί τʼ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά.
 
σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ
 
Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι. 525
 
ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥʼ ἀνὰ μέσσην
 
στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.
 
οἱ δʼ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν,
 
ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ,
 
εὐκόσμως σφετέροισι παρʼ ἔντεσιν ἑδριόωντο. 530
 
μέσσῳ δʼ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος
 
ἵζανον· ἄγχι δέ οἱ ῥόπαλον θέτο, καί οἱ ἔνερθεν
 
ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις.· εἵλκετο δʼ ἤδη
 
πείσματα, καὶ μέθυ λεῖβον ὕπερθʼ ἁλός. αὐτὰρ Ἰήσων
 
δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματʼ ἔνεικεν. 535
 
οἱ δʼ, ὥστʼ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ
 
ᾔ που ἐν Ὀρτυγίῃ, ἢ ἐφʼ ὕδασιν Ἰσμηνοῖο
 
στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇ
 
ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν·
 
ὧς οἱ ὑπʼ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς 540
 
πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο·
 
ἀφρῷ δʼ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη
 
δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν.
 
στράπτε δʼ ὑπʼ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης
 
τεύχεα· μακραὶ δʼ αἰὲν ἐλευκαίνοντο κέλευθοι, 545
 
ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο.
 
πάντες δʼ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ
 
νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότʼ ἄριστοι
 
πόντον ἐπιπλώεσκον· ἐπʼ ἀκροτάτῃσι δὲ νύμφαι
 
Πηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαι 550
 
ἔργον Ἀθηναίης Ἰτωνίδος, ἠδὲ καὶ αὐτοὺς
 
ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά.
 
αὐτὰρ ὅγʼ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης
 
χείρων Φιλλυρίδης, πολιῇ δʼ ἐπὶ κύματος ἀγῇ
 
τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων, 555
 
νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισιν.
 
σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα
 
Πηλεΐδην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί.
 
οἱ δʼ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν
 
φραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο 560

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme