Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
δεινὴ γὰρ κείνη, δεινοὶ δέ οἱ ἐγγύθεν εἰσὶν
 
ἀστέρες· οὐκ ἂν τούς γε ἰδὼν ἐπιτεκμήραιο
 
[οἵ μιν πᾶσαν ὄπισθεν ἑλισσόμενοι τυπόωσιν,] Read only in later MSS. Cf. v. 171.
 
οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε
 
εἷς μὲυ ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων,
 
ἄλλος δʼ οὐραίοις ὑπὸ γούνασιν· ἀλλʼ ἄρα πάντες 145
 
ἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίῃ φορέονται.
 
Κραιὶ δέ οἱ Δίδυμοι, μέσσῃ δʼ ὕπο κάρκινος ἐστίν·
 
ποσσὶ δʼ ὀπισθοτέροισι λέων ὕπο καλὰ φαείνει.
 
ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι·
 
αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι 150
 
ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.
 
τῆμος καὶ κελάδοντες ἐτησίαι εὐρέϊ πόντῳ
 
ἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαις
 
ὥριος. εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες,
 
εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν. 155
 
εἰ δέ τοι ἡνίοχον τε καὶ ἀστέρας Ἡνιόχοιο
 
σκέπτεσθαι δοκέει, καί τοι φάτις ἤλυθεν αἰγός
 
αὐτῆς ἠδʼ Ἐρίφων, οἵ τʼ εἰν ἁλὶ πορφυρούσῃ
 
πολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους,
← Önceki Metin · 8 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme