Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν,
 
ἤρχετο δʼ ἀνθρώπων κατεναντίη, οὐδέ ποτʼ ἀνδρῶν
 
οὐδέ ποτʼ ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν,
 
ἀλλʼ ἀναμὶξ ἐκάθητο, καὶ ἀθανάτη περ ἐοῦσα.
 
καί ἑ Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέροντας, 105
 
ἠέ που εἰν ἀγορῇ ἢ εὐρυχόρῳ ἐν ἀγυιῇ,
 
δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας.
 
οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο
 
οὐδέ διακρίσιος πολυμεμφέος οὐδέ κυδοιμοῦ,
 
αὕτως δʼ ἔζωον· χαλεπὴ δʼ ἀπέκειτο θάλασσα, 110
 
καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον,
 
ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτή, πότνια λαῶν,
 
μυρία πάντα παρεῖχε Δίκη, δώτειρα δικαίων.
 
τόφρʼ ἦν, ὄφρʼ ἔτι γαῖα γένος χρύσειον ἔφερβεν.
 
ἀργυρέῳ δʼ ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμη ὁμοίη A. 115
 
ὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν.
 
ἀλλʼ ἔμπης ἔτι κεῖνο κατʼ ἀργύρεον γένος ἦεν·
 
ἤρχετο δʼ ἐξ ὀρέων ὑποδείελος ἠχηέντων
 
μουνάξ, οὐδέ τεῳ ἐπεμίσγετο μειλιχίοισιν·
 
ἀλλʼ ὁπότʼ ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας, 120
← Önceki Metin · 6 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme