Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
πλειότερον φορέονται ἐπὶ χρόνον οὐδʼ ἅμα πολλαί, 1080
 
ἀμβολίῃ χειμῶνος ὀφέλλεται ὕστερα ἔργα.
 
εἰ δὲ βόες καὶ μῆλα μετὰ βρίθουσαν ὀπώρην
 
γαῖαν ἀρύσσωσιν, κεφαλὰς δʼ ἀνέμοιο βορῆος
 
ἀντία τείνωσιν, μάλα κεν τότε χείμερον αὐταὶ
 
Πληϊάδες χειμῶνα κατερχόμεναι φορέοιεν. 1085
 
μὴ δὲ λίην ὀρύχοιεν· ἐπεὶ μέγας οὐ κατὰ κόσμον
 
γίνεται οὔτε φυτοῖς χειμὼν φίλος οὔτʼ ἀρότοισιν.
 
ἀλλὰ χιὼν εἴη πολλὴ μεγάλαις ἐν ἀρούραις,
 
μήπω κεκριμένῃ μηδὲ βλωθρῇ ἐπὶ ποίῃ,
 
ὄφρα τις εὐεστοῖ χαίρῃ ποτιδέγμενος ἀνήρ. 1090
 
οἱ δʼ εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί·
 
μηδʼ εἷς μήτε δύω μήτε πλέονες κομόωντες·
 
πολλοὶ γὰρ κομόωσιν ἐπʼ αὐχμηρῷ ἐνιαυτῷ.
 
οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ,
 
ἐκ νήσων ὅτε πολλαἰ ἐπιπλήσσωσιν ἀρούραις, 1095
 
ἐρχομένου θέρεος χαίρει· περιδείδιε δʼ αἰνῶς
 
ἀμητῷ, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθῃ
 
αὐχμῷ ἀνιηθείς. χαίρει δέ που αἰπόλος ἀνὴρ
 
αὐταῖς ὀρνίθεσσιν, ἐπὴν κατὰ μέτρον ἴωσιν,
← Önceki Metin · 55 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme