Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἀλλʼ ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί·
 
ἀμφότεραι δʼ Ὄφιος πεπονήαται, ὅς ῥά τε μέσσον
 
δινεύει Ὀφιοῦχον· ὁ δʼ ἐμμενές εὖ ἐπαρηρὼς
 
ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν,
 
σκορπίον, ὀφθαλμῷ τε καὶ ἐν θώρηκι βεβηκὼς 85
 
ὀρθός. ἀτάρ οἱ ὄφις γε δύω στρέφεται μετὰ χερσίν,
 
δεξιτερῇ ὀλίγος, σκαιῇ γε μὲν ὑψόθι πολλός.
 
καὶ δή οἱ Στεφάνῳ παρακέκλιται ἄκρα γένεια,
 
νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο χηλάς.
 
ἀλλʼ αἱ μέν φαέων ἐπιδευέες, οὐδὲν ἀγαυαί. 90
 
ἐξόπιθεν δʼ Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼς
 
Ἀρκτοφύλαξ, τόν ῥʼ ἄνδρες ἐπικλείουσι βοώτην,
 
οὕνεχʼ ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου.
 
καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνῃ δέ οἱ αὐτὸς
 
ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ. 95
 
ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω
 
παρθένον, ἥ ῥʼ ἐν χερσὶ φέρει Στάχυν αἰγλήεντα.
 
εἴτʼ οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασιν
 
ἄστρων ἀρχαῖον πατέρʼ ἔμμεναι, εἴτε τευ ἄλλου,
 
εὔκηλος φορέοιτο· λόγος γε μὲν ἐντρέχει ἄλλος 100
← Önceki Metin · 5 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme