Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
γίνετʼ ἄφαντος ὅλη· τοὶ δʼ ἀμφοτέρωθεν ἰόντες 900
 
ἀστέρες ἀλλήλων αὐτοσχεδὸν ἰνδάλλονται·
 
οὐκ ὀλίγῳ χειμῶνι τότε κλύζονται ἄρουραι.
 
εἰ δὲ μελαίνηται, τοὶ δʼ αὐτίκʼ ἐοικότες ὦσιν
 
ἀστέρες ἀμφότεροι, περί χʼ ὕδατι σημαίνοιεν.
 
εἰ δʼ ὁ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοι 905
 
λεπτὸν ἐπαχλύων, νότιος δὌνος ἀγλαὸς εἴη,
 
δειδέχθαι ἀνέμοιο νότου· βορέω δὲ μάλα χρή
 
ἔμπαλιν ἀχλυόεντι φαεινομένῳ τε δοκεύειν.
 
σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα
 
γινέσθω καὶ μακρὸν ἐπʼ αἰγιαλοὶ βοόωντες, 910
 
ἀκταί τʼ εἰνάλιοι ὁπότʼ εὔδιοι ἠχήεσσαι
 
γίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι.
 
καὶ δʼ ἄν ἐπὶ ξηρὴν ὅτʼ ἐρωδιὸς οὐ κατὰ κόσμον
 
ἐξ ἁλὸς ἔρχηται φωνῇ περιπολλὰ λεληκώς,
 
κινυμένου κε θάλασσαν ὕπερ φορέοιτʼ ἀνέμοιο. 915
 
καί ποτε καὶ κέπφοι, ὁπότʼ εὔδιοι ποτέονται,
 
ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται.
 
πολλάκι δʼ ἀγριάδες νῆσσαι ἤ εἰναλίδιναι
 
αἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν·
← Önceki Metin · 46 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme