Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
σκέπτεο δʼ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο, 880
 
εἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονται
 
ἢ νότον ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτερθεν,
 
μηδʼ οὕτω σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν.
 
οὐ γάρ, ὅτʼ ἀμφοτέρωθεν ἁμοῦ περὶ μέσσον ἔχουσιν
 
ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο, 885
 
γίνεται ἀμβολίη διόθεν χειμῶνος ἰόντος.
 
εἴ γε μὲν ἐκ βορέαο μίʼ οἴη φοινίσσοιτο,
 
ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο,
 
ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσʼ ὑετοῖο.
 
ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις· 890
 
ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.
 
σκέπτεο καὶ φάτνην. ἡ μέν τʼ ὀλίγῃ εἰκυῖα
 
ἀχλύϊ βορραίη ὑπὸ Καρκίνῳ ἡγηλάζει·
 
ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται
 
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς, 895
 
ἀλλʼ ὅσσον τε μάλιστα πυγούσιον οἰίσασθαι·
 
εἶς μὲν πὰρ βορέαο· νότῳ δʼ ἐπικέκλιται ἄλλος.
 
καὶ ταὶ μὲν καλέονται ὄνοι· μέσση δέ τε Φάτνη.
 
ἥτε καὶ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος
← Önceki Metin · 45 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme