Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἠμὲν ἀεξομένην ἠδʼ ἐς κέρας αὖθις ἰοῦσαν, 800
 
καί οἱ ἐπὶ χροιῇ τεκμαίρεο μηνὸς ἑκάστου.
 
πάντη γὰρ καθαρῇ κε μάλʼ εὔδια τεκμήραιο·
 
πάντα δʼ ἐρευθομένῃ δοκέειν ἀνέμοιο κελεύθους·
 
ἄλλοθι δʼ ἄλλο μελαινομένῃ δοκέειν ὑετοῖο.
 
σήματα δʼ οὐ μάηα πᾶσιν ἐπʼ ἤμασι πάντα τέτυκται· 805
 
ἀλλʼ ὅσα μὲν τριτάτῇ τε τεταρταίῃ τε πέλονται,
 
μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπʼ αὐτὴν
 
σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου
 
ἐς διχάδα φθιμένην· ἔχεται δέ οἱ αὐτίκα τετρὰς
 
μηνὸς ἀποιχομένου, τῇ δὲ τριτάτη ἐπιόντος. 810
 
εἰ δέ κέ μιν πεπὶ πᾶσαν ἀλωαὶ κυκλώσωνται
 
ἤ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μίʼ οἴη,
 
τῇ μὲν ἰῇ ἀνέμοιο γαληναίης τε δοκεύειν,
 
ῥηγνυμένῃ ἀνέμοιο, μαραινομένῃ δὲ γαλήνης·
 
ταὶ δύο δʼ ἂν χειμῶνι περιτροχάοιντο σελήνην· 815
 
μείζονα δʼ ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή,
 
καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.
 
καὶ τὰ μὲν οὖν ἐπὶ μηνὶ σεληναίης κε πύθοιο.
 
ἠελίοιο δέ τοι μελέτω ἑκάτερθεν ἰόντος.
← Önceki Metin · 41 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme