Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἄλλοτε δʼ ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην 780
 
εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτῃ, αἱ δὲ τετάρτῃ·
 
τάων καὶ πεπὶ μηνὸς ἐφεσταότος κε πύθοιο.
 
λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα
 
εὔδιός κʼ εἴη· λεπτὴ δὲ καὶ εὖ μάλʼ ἐρευθὴς
 
πνευματίη· παχίων δέ καὶ ἀμβλείῃσι κεραίαις 785
 
τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα
 
ἤ νότῳ ἄμβλυνται ἢ ὕδατος ἐγγὺς ἐόντος.
 
εἰ δέ κʼ ἀπʼ ἀμφοτέρων κεράων, τρίτον ἦμαρ ἄγουσα,
 
μήτʼ ἐπινευστάζῃ μήθʼ ὑπτιόωσα φαείνῃ,
 
ἀλλʼ ὀρθαὶ ἑκάτερθε περιγνάμπτωσι κεραῖαι, 790
 
ἑσπέριοί κʼ ἄνεμοι κείνην μετὰ νύκτα φέροιντο.
 
εἰ δʼ αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινεῖ,
 
ἦ τʼ ἄν χειμῶνος συναγειρομένοιο διδάσκοι.
 
εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύῃ,
 
δειδέχθαι βορέω· ὅτε δʼ ὑπτιάῃσι, νότοιο. 795
 
αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσῃ
 
πάντη ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη·
 
μείζονι δʼ ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο.
 
σκέπτεο δʼ ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν,
← Önceki Metin · 40 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme