Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
σήματα χειμερίοις ἀνέμοις ἢ λαίλαπι πόντου. 760
 
μόχθος μέν τʼ ὀλίγος, τὸ δὲ μυρίον αὺτίκʼ ὄνειαρ
 
γίνετʼ ἐπιφροσύνης αἰεὶ πεφυλαγμένῳ ἀνδρί.
 
αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλον
 
παρειπὼν ὤνησεν, ὅτʼ ἐγγύθεν ὤρορε χειμών.
 
πολλάκι γὰρ καί τίς τε γαληναίῃ ὑπὸ νυκτὶ 765
 
νῆα περιστέλλει πεφοβημένος ἦρι θαλάσσης·
 
ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε τέμπτον,
 
ἄλλοτε δʼ ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπω
 
ἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλʼ ἔτι πολλὰ
 
κέκπυπται, τῶν αἴ κε θέλῃ καὶ ἐσαυτίκα δώσει 770
 
Ζεύς· ὁ γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλει,
 
πάντοθεν εἰδόμενος, πάντη δʼ ὅ γε σήματα φαίνων.
 
ἄλλα δέ τοι ἐρέει ἤπου διχόωσα σελήνη
 
πληθύος ἀμφοτέρωθεν ἢ αὐτίκα πεπληθυῖα·
 
ἄλλα δʼ ἀνερχόμενος, τοτὲ δʼ ἄκρῃ νυκτὶ κελεύων 775
 
ἠέλιος· τὰ δέ τοι καὶ ἀπʼ ἄλλων ἔσσεται ἄλλα
 
σήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι.
 
σκέπτεο δέ πρῶτον κεράων ἑκάτερθε σελήνην.
 
ἄλλοτε γάρ τʼ ἄλλῃ μιν ἐπιγράφει ἕσπερος αἴγλῃ,
← Önceki Metin · 39 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme