Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἄκρα γε μὴν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραι 740
 
ἄρκιαι ἐξειπεῖν. τὰ δέ που μέγαν εἰς ἐνιαυτόν,
 
ὥρη μέν τʼ ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι,
 
ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται.
 
καὶ μέν τις καὶ νηῒ πολυκλύστου χειμῶνος
 
ἐφράσατʼ ἢ δεινοῦ μεμνημένος Ἀρκτούροιο 745
 
ἠέ τεων ἄλλων, οἵ τʼ ὠκεανοῦ ἀρύονται
 
ἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός.
 
ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸν
 
ἠέλιος μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δʼ ἄλλῳ
 
ἐμπλήσει, τοτὲ μέν τʼ ἀνιὼν τοτὲ δʼ αὐτίκα δύνων· 750
 
ἄλλος δʼ ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ.
 
γινώσκεις τάδε καὶ σύ, τὰ γὰρ συναείδεται ἤδη
 
ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο,
 
ὅσσα τʼ ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα
 
νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος, 755
 
οἵ τε Ποσειδάωνος ὁρώμενοι ἢ Διὸς αὐτοῦ
 
ἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσιν.
 
τῶ κείνων πεπόνησο· μέλοι δέ τοι, εἴ ποτε νηῒ
 
πιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται
← Önceki Metin · 38 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme